HomePlaySavedSettings
HomePlaySavedSettings
HomeThe BibleContents

Odes Chapter 6

Reading tools

Contents
Search
Display
Soundscape
Focus mode
Listen
Offline
Save
Collection
1 min read 154 wordsCompare

Septuagint: Odes Chapter 6

0 προσευχὴ Ιωνα

3 ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου

4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον

5 κἀγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου

6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων

7 κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου κύριε ὁ θεός μου

8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου

9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον

10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ

Ask PRATIBHA about this text

Answers quote this scripture directly and show their sources.

Reflect on this passage

Only you can see these notes. They stay on this device.

0/4000

PreviousPrevious chapterNextNext chapter